Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.1 Dem. 8.3 (English) >>Dem. 8.7

8.2 μὲν οὖν σπουδὴ περὶ τῶν ἐν Χερρονήσῳ πραγμάτων ἐστὶ καὶ τῆς στρατείας, ἣν ἑνδέκατον μῆνα τουτονὶ Φίλιππος ἐν Θρᾴκῃ ποιεῖται· τῶν δὲ λόγων οἱ πλεῖστοι περὶ ὧν Διοπείθης πράττει καὶ μέλλει ποιεῖν εἴρηνται. ἐγὼ δʼ ὅσα μέν τις αἰτιᾶταί τινα τούτων, οὓς κατὰ τοὺς νόμους ἐφʼ ὑμῖν ἐστιν, ὅταν βούλησθε, κολάζειν, κἂν ἤδη δοκῇ κἂν ἐπισχοῦσιν περὶ αὐτῶν σκοπεῖν ἐγχωρεῖν ἡγοῦμαι, καὶ οὐ πάνυ δεῖ περὶ τούτων οὔτʼ ἔμʼ οὔτʼ ἄλλον οὐδένʼ ἰσχυρίζεσθαι· 8.3ὅσα δʼ ἐχθρὸς ὑπάρχων τῇ πόλει καὶ δυνάμει πολλῇ περὶ Ἑλλήσποντον ὢν πειρᾶται προλαβεῖν, κἂν ἅπαξ ὑστερήσωμεν, οὐκέθʼ ἕξομεν σῶσαι, περὶ τούτων δʼ οἴομαι τὴν ταχίστην συμφέρειν καὶ βεβουλεῦσθαι καὶ παρεσκευάσθαι, καὶ μὴ τοῖς περὶ τῶν ἄλλων θορύβοις καὶ ταῖς κατηγορίαις ἀπὸ τούτων ἀποδρᾶναι.

8.4πολλὰ δὲ θαυμάζων τῶν εἰωθότων λέγεσθαι παρʼ ὑμῖν, οὐδενὸς ἧττον, ἄνδρες Ἀθηναῖοι, τεθαύμακα, καὶ πρώην τινὸς ἤκουσʼ εἰπόντος ἐν τῇ βουλῇ, ὡς ἄρα δεῖ τὸν συμβουλεύοντα πολεμεῖν ἁπλῶς τὴν εἰρήνην ἄγειν συμβουλεύειν. 8.5ἔστι δέ,† εἰ μὲν ἡσυχίαν Φίλιππος ἄγει καὶ μήτε τῶν ἡμετέρων ἔχει παρὰ τὴν εἰρήνην μηδὲν μήτε συσκευάζεται πάντας ἀνθρώπους ἐφʼ ἡμᾶς, οὐκέτι δεῖ λέγειν, ἀλλʼ ἁπλῶς εἰρήνην ἀκτέον, καὶ τά γʼ ἀφʼ ὑμῶν ἕτοιμʼ ὑπάρχονθʼ ὁρῶ· εἰ δʼ μὲν ὠμόσαμεν καὶ ἐφʼ οἷς τὴν εἰρήνην ἐποιησάμεθα,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.1 Dem. 8.3 (English) >>Dem. 8.7

Powered by PhiloLogic